Page:Discourses of Epictetus volume 2 Oldfather 1928.djvu/494

This page does not need to be proofread.

ARRIAN'S DISCOURSES OF EPICTETUS

μὲν ἀφιέναι παντελῶς, τὰ δ᾽ ὑπερτίθεσθαι πρὸς τὸ παρόν. ἐὰν δὲ καὶ ταῦτ᾽ ἐθέλῃς καὶ ἄρχειν καὶ πλουτεῖν, τυχὸν μὲν οὐδ᾽ αὐτῶν τούτων τεύξῃ διὰ τὸ καὶ τῶν προτέρων ἐφίεσθαι, πάντως γε μὴν ἐκείνων ἀποτεύξῃ, δι᾿ ὧν μόνων ἐλευθερία καὶ εὐδαιμονία περιγίνεται.

5Εὐθὺς οὖν πάσῃ φαντασίᾳ τραχείᾳ μελέτα ἐπιλέγειν ὅτι “φαντασία εἰ καὶ οὗ πάντως τὸ φαινόμενον.” ἔπειτα ἐξέταξε αὐτὴν καὶ δοκίμαζε τοῖς κανόσι τούτοις οἷς ἔχεις, πρώτῳ δὲ τούτῳ καὶ μάλιστα, πότερον περὶ τὰ ἐφ᾽ ἡμῖν ἐστὶν ἢ περὶ τὰ οὐκ ἐφ᾽ ἡμῖν· κἂν περί τι τῶν οὐκ ἐφ᾽ ἡμῖν ᾖ, πρόχειρον ἔστω τὸ διότι “οὐδὲν πρὸς ἐμέ.”

1c. 2. Μέμνησο, ὅτι ὀρέξεως ἐπαγγελία ἐπιτυχία[1] οὗ ὀρέγῃ, ἐκκλίσεως ἐπαγγελία τὸ μὴ περιπεσεῖν ἐκείνῳ ὃ ἐκκλίνεται, καὶ ὁ μὲν ἐν[2] ὀρέξει ἀποτυγχάνων ἀτυχής, ὁ δὲ ἐν[3] ἐκκλίσει περιπίπτων δυστυχής. ἂν μὲν οὖν μόνα ἐκκλίνῃς τὰ παρὰ φύσιν τῶν ἐπὶ σοί, οὐδενί, ὧν ἐκκλίνεις, περιπεσῇ· νόσον δ᾽ ἂν ἐκκλίνῃς ἢ θάνατον ἢ πενίαν, δυστυχήσεις. 2ἆρον οὖν τὴν ἔκκλισιν ἀπὸ πάντων τῶν οὐκ ἐφ᾽ ἡμῖν καὶ μετάθες ἐπὶ τὰ παρὰ φύσιν τῶν ἐφ᾽ ἡμῖν. τὴν ὄρεξιν δὲ παντελῶς ἐπὶ τοῦ παρόντος ἄνελε· ἄν τε γὰρ ὀρέγῃ τῶν οὐκ ἐφ᾽ ἡμῖν τινός, ἀτυχεῖν ἀνάγκη,

  1. Nil. alone: ἐστὶν ἐπιτυχία AD, ἐστὶ τὸ ἐπιτυχεῖν C, τὸ ἐπιτυχεῖν Β (τυχεῖν Par., τὸ τυχεῖν Simpl.).
  2. Nil. C un.
  3. Nil. alone.

484