Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/108

This page has been proofread, but needs to be validated.

HESIOD

μήτ᾽ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·
ἡ δὲ γυνὴ τέτορ᾽ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
παρθενικὴν δὲ γαμεῖν, ὥς κ᾽ ἤθεα κεδνὰ διδάξῃς.
τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει, 700
πάντα μάλ᾽ ἀμφιιδών,
[1] μὴ γείτοσι χάρματα γήμῃς.
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ᾽ ἄμεινον
τῆς ἀγαθῆς, τῆς δ᾽ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
δειπνολόχης· ἥτ᾽ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.
[2] 705

 Εὖ δ᾽ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.
μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·
εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.
μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γ᾽ ἄρχῃ
ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας, 710
δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γ᾽ αὖτις
ἡγῆτ᾽ ἐς φιλότητα, δίκην δ᾽ ἐθέλῃσι παρασχεῖν,
δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.
 Μηδὲ πολύξεινον μηδ᾽ ἄξεινον καλέεσθαι, 715
μηδὲ κακῶν ἕταρον μηδ᾽ ἐσθλῶν νεικεστῆρα.
 Μηδέ ποτ᾽ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
τέτλαθ᾽ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης. 720
εἰ δὲ κακὸν εἴποις, τάχα κ᾽ αὐτὸς μεῖζον ἀκούσαις.

  1. Heync: ἀμφὶς ἰδών, MSS.
  2. Another recension has δαλοῦ καὶ ἐν ὠμῷ γήραϊ θῆκεν : so AENOPQ, Plutarch, Stobaeus.
54