HESIOD
Αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγ᾽ ὄνειαρ, αἱ δ᾽ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι. ἄλλος δ᾽ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν. ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ. 825 τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν, ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.
ΟΡΝΙΘΟΜΑΝΤΕΙΑ
Proclus on Works and Days, 828. Τούτοις δὲ ἐπαγουσί τινες τὴν Ὀρνιθομαντείαν ἅτινα Ἀπολλώνιος ὁ Ρόδιος ἀθετεῖ.