Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/128

This page has been proofread, but needs to be validated.

HESIOD

3.

Plutarch de Orac. defectu ii. 415 C.

ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη,
ἀνδρῶν γηράντων· ἔλαφος δέ τε τετρακόρωνος·
τρεῖς δ´ ἐλάφους ὁ κόραξ γηράσκεται· αὐτὰρ ὁ φοίνιξ
ἐννέα τοὺς κόρακας, δέκα φοίνικας δέ τοι ἡμεῖς
Νύμφαι εὐπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο.


4.

Quintilian, i. 1. 15. Quidam litteris instituendos,

qui minorcs septem annis essent, non putaverunt
... in qua sententia Hesiodum esse plurimi tradunt,
qui ante Grammaticum Aristophanem fuerunt, nam
is primus Ὑποθήκας, in quo libro scriptum hoc
invenitur, negavit esse huius poetae.


ΜΕΓΑΛΑ ΕΡΓΑ
1.

Comm. on Aristotle, Nicomachean Ethics, v. 8.

τὸ μέντοι ἔπος (τὸ τοῦ Ῥαδαμάνθυος) ἐστὶ παρ´
Ἡσιόδῳ ἐν τοῖς Μεγάλοις Ἔργοις οὕτως ἔχον·
  εἰ κακά τις σπείραι, κακὰ κέρδεά κ᾿ ἀμήσειεν·
  εἴ κε πάθοι, τά τ᾿ ἔρεξε, δίκη κ᾿ ἰθεῖα γένοιτο.


2.

Proclus on Hesiod, Works and Days, 126. 

τὸ
δὲ ἀργύρεον ἔνιοι τῇ γῇ ἀκούουσι λέγοντες ὅτι
ἐν τοῖς Μεγάλοις Ἔργοις τὸ ἀργύριον τῆς γῆς
γενεαλογεῖ.

74