Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/134

This page has been proofread, but needs to be validated.

HESIOD

ἄρνας ποιμαίνονθ’ Ἑλικῶνος ὕπο ζαθέοιο.
τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· 25
 Ποιμένες ἄγραυλοι, κάκ’ ἐλέγχεα, γαστέρες οἶον,
ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
ἴδμεν δ’, εὖτ’ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
 Ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον 30
δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι ἀυδὴν
θέσπιν, ἵνα κλείοιμι τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα.
καί μ’ ἐκέλονθ’ ὑμνεῖν μακάρων γένος αἰὲν ἀείδειν.
ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; 35

 Τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
εἰρεῦσαι τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα,
φωνῇ ὁμηρεῦσαι· τῶν δ’ ἀκάματος ῥέει αὐδὴ
ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς 40
Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπι λειριοέσσῃ
σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
δώματά τ’ ἀθανάτων. αἳ δ’ ἄμβροτον ὄσσαν ἱεῖσαι
θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
ἐξ ἀρχῆς, οὓς Γαῖα και Οὐρανὸς εὐρὺς ἔτικτεν, 45
οἵ τ’ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
δεύτερον αὐτε Ζῆνα, θεῶν πατέρ’ ἠδὲ καὶ ἀνδρῶν,
ἀρχόμεναί θ’ ὑμνεῦσι καὶ ἐκλήγουσαι
[1] ἀοιδῆς,

  1. Ludwich: θεαὶ λήγουσαί τ’, MSS.
80