Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/160

This page has been validated.

HESIOD

πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
τόσσοι δ’ αὖθ’ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
τῶν ὄνομ’ ἀργαλέον πάντων βροτὸν ἀνέρ’ ἐνισπεῖν,
οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν. 370
 Θεία δ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
Ἠῶ θ’, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
γείναθ’ ὑποδμηθεῖσ’ Ὑπερίονος ἐν φιλότητι.
 Κρίῳ δ’ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα 375
Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
Πέρσην θ’, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
 Ἀστραίῳ δ’ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
ἀργέστην Ζέφυρον Βορέην τ’ αἰψηροκέλευθον
καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα. 380
τοὺς δὲ μέτ’ ἀστέρα τίκτ’ Ἠοσφόρον Ἠριγένεια
ἄστρα τε λαμπετόωντα, τά τ’ οὐρανὸς ἐστεφάνωται.
 Στὺξ δ’ ἔτεκ’ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·
καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, 385
τῶν οὐκ ἔστ᾽ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,
οὐδ᾽ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
ἀλλ’ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
ἥματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς 390
ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
εἶπε δ’, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,

106