Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/190

This page has been proofread, but needs to be validated.

HESIOD

ψυχρόν, ὅτ’ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν·
Ὠκεανοῖο κέρας· δεκάτη δ’ ἐπὶ μοῖρα δέδασται·
ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης 790
δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
ἡ δὲ μί’ ἐκ πέτρης προρέει, μέγα πῆμα θεοῖσιν.
ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν· 795
οὐδέ ποτ’ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
στρωτοῖς ἐν λεχέεσσι, κακὸν δ’ ἑ κῶμα καλύπτει.
αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
ἄλλος γ’ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος· 800
εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
οὐδέ ποτ’ ἐς βουλὴν ἐπιμίσγεται οὐδ’ ἐπὶ δαῖτας
ἐννέα πάντ’ ἔτεα· δεκάτῳ δ’ ἐπιμίσγεται αὖτις
εἴρας ἐς ἀθανάτων οἳ Ὀλύμπια δώματ’ ἔχουσιν.
τοῖον ἄρ’ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ,  805
ὠγύγιον· τὸ δ’ ἵησι καταστυφέλου διὰ χώρου.
 Ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
πόντου τ’ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
ἑξείης πάντων πηγαὶ καὶ πείρατ’ ἔασιν,
ἀργαλέ’ εὐρώεντα, τάτε στυγέουσι θεοί περ. 810
ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδός
ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,

136