Strabo ,[ 1] viii. p. 370. καὶ Ἀπολλόδωρος ... φησίν
... Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι
καὶ Ἕλληνας λεγομένους τοὺς σύμπαντας καὶ
Πανέλληνας, ... περὶ τῶν Προιτίδων λέγονται ὡς
Πανέλληνες ἐμνήστευον αὑτάς.
Apollodorus , ii. 2. 1. 4. Ἀκρίσιος μὲν Ἄργους
βασιλεύει, Προῖτος δὲ Τίρυνθος. καὶ γίνεται
Ἀκρισίῳ μὲν ἐξ Ἐυρυδίκης τῆς Λακεδαίμονος
Δανάη, Προίτῳ δὲ ἐκ Σθενεβοίας
Λυσίππη [τε] καὶ Ἰφινόη καὶ Ἰφιάνασσα
αὗται δὲ ... ἐμάνησαν, ὡς μὲν Ἡσίοδός φησιν,
ὅτι τὰς Διονύσου τελετὰς οὐ κατεδέχοντο.
Probus [ 2] on Vergil , Eclogue vi. 48. Has, quod
lunonis contempserant numen, imsania exterritas,
quae crederent se boves factas, patriam Argos
reliquisse, postea a Melainpode Amythaonis filio
sanatas.
Suidas s.v. μαχλοσύνη.
εἵνεκα μαχλοσύνης στυγερῆς τέρεν ὤλεσεν ἄνθος.
Eustathius, Hom . 1746. 7.
καὶ γὰρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν·
ἀλφὸς γὰρ χρόα πάντα κατέσχεθεν, ἐκ δέ νυ χαῖται
ἔρρεον ἐκ κεφαλέων, ψιλοῦτο δὲ καλὰ κάρηνα.