Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/240

This page has been proofread, but needs to be validated.

HESIOD

χαριζομένην (Θέτιν) φεύγειν αὐτοῦ (Διὸς) τὸν
γάμον· Δία δὲ ὀμόσαι χολωθέντα διότι θνητῷ
συνοικίσει. καὶ παρ' Ἡσιόδῳ δὲ κεῖται τὸ παραπλήσιον.

58.

Strassburg Greek Papyri 55 (2nd cent. A.D.).
Φθίην ἐξίκετο, μητέρα μήλων,
πολλά κ]τήματ' ἄγων ἐξ εὐρυχόρου Ἰαωλκοῦ
Πηλεὺς] Αἰακίδης, φίλος ἀθανάτοισι θεοῖσιν,
λαοῖσιν] δὲ ἰδοῦσιν ἀγαίετο θυμὸς ἅπασιν,
ὥς τε πό]λιν ἀλάπαξεν ἐύκτιτον ὤς τ' ἐτέλεσσεν 5
ἱμερόεντα γά[μον· καὶ τοῦτ' ἔπος εἶπαν ἄπαντες·
 Τρὶς μάκαρ Αἰακίδη καὶ τετράκις, ὄλβιε Πηλεῦ,
ᾧ τ' ἄλοχον πολύ]δωρον Ὀλύμπιος εὐρύοπα Ζεὺς
ὤπασεν ἡδὲ γάμον μ]άκαρες θεοὶ ἐξετέλεσσαν,
ὃς τοῖσδ' ἐν μεγάροις ἱερὸν λέχος εἰσαναβαίνεις
[1] 10
Νηρεΐδος· μάλα δὴ σε πα]τὴρ ποίησε Κρονίων
ἔξοχον ἡρώων περί] τ' ἄλλων ἀλφηστάων
τιμήεντ' ἀνδρν, χθονὸ]ς ὅ[σσοι καρ]πὸν ἔδουσιν.

59.

Origen, Against Celsus, iv. 79.
ξυναὶ γὰρ τότε δαῖνες ἔσαν, ξυνοὶ δὲ θόωκοι
ἀθανάτοισι θεοῖσι καταθνητοῖς τ' ἀνθρώποις.

60.

Scholiast on Homer Il. xvi. 175. ... Ἡσιόδου καὶ
τῶν ἄλλων Πολυδώρην αὐτὴν (τὴν θυγατέρα τοῦ
Πηλέως) καλούντων.

61.

Eustathius,[2] Hom. 112. 44 sq. ἰστέον δὲ ὅτι τὸν

  1. Tzetzes : εἰσαναβαίνων, Strassburg papyrus.
  2. Archbishop of Thessalonica 1175-1192 (?) A.D., author of commentaries on Pindar and on the Iliad and Odyssey.
186