Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/244

This page has been proofread, but needs to be validated.

HESIOD

64.

Scholiast on Hesiod, Theogony, 142. πῶς γὰρ
τοὺς αὐτοὺς (Κύκλωπας) θεοῖς ἐναλιγκίους λέγει
καὶ ἐν τῷ τῶν Λευκιππίδων Καταλόγῳ ὑπὸ
Ἀπόλλωνος ἀνῃρῆσθαι ποιεῖ;

65.

Scholiast on Pindar, Ol. xi. 79.
Τιμάνδρην Ἔχεμος θαλερὴν ποιήσατ' ἄκοιτιν.

66.

Scholiast on Pindar, Nem. x. 150. ὁ μὲν Ἡσίοδος
ἀμφοτέρους (Κάστορα καὶ Πολυδεύκη) Διὸς εἶναι
γενεαλογεῖ.

Ib. ὁ μέντοι Ἡσίοδος οὔτε Λήδας οὔτε
Νεμέσεως δίδωσι τὴν Ἑλένην, ἀλλὰ Θυγατρὸς
Ὠκεανοῦ καὶ Διός.

67.

Scholiast on Euripides, Orestes 249. Στησίχορός
φησιν, ὡς θύων τοῖς θεοῖς Τυνδάρεως Ἀφροδίτης
ἐπελάθετο. διὸ ὀργισθεῖσαν τὴν θεὸν διγάμους τε
καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς
θυγατέρας ποιῆσαι ... καὶ Ἡσίοδος δέ·
Τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη
ἠγάσθη προσιδοῦσα, κακῇ δέ σφ' ἔμβαλε φήμῃ.
Τιμάνδρη μὲν ἔπειτ' Ἔχεμον προλιποῦσ' ἐβεβήκει,
ἵκετο δ' ἐς Φυλῆα, φίλον μακάρεσσι θεοῖσιν·
ὣς δὲ Κλυταιμνήστρη προλιποῦσ' Ἀγαμέμνονα δῖον  5
Αἰγίσθῳ παρέλεκτο καὶ εἵλετο χείρον᾿ ἀκοίτην·
ὣς δ᾿ Ἑλένη ᾔσχυνε λέχος ξανθοῦ Μενελάου.

190