Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/250

This page has been proofread, but needs to be validated.

HESIOD

ἔκτητο, χρυσόν τε λέβητάς τ[ε τρίποδας τε, 45
καλά, τά ρ' ἔνδοθι κεῦθε δόμος [Πετεῶο ἄνακτος
οἷς μιν θυμὸς ἀνῆκεν ἐεδνώσ[ασθαι ἄκοιτιν
πλεῖστα πορόντ'· ἐπεὶ ο[ὔ] τιν' ἐέλπε[το φέρτερον εἷναι
πάντω[ν ἡρώων κτήνεσσί τε δω[τίναις τε.
 Ἵκετο δ' Οἰβα]λιδάο
[1] δόμους κρατερὸς [Λυκομήδης  50
νηυσὶν ἐκ Κρήτης Ἑλένη]ς ἔνεκ' ἠυ[κόμοιο.
   *     *     *     *
   *     *     *     *
μνᾶτο· πλεῖστα δὲ δῶρα μετὰ ξανθὸν Μενέλαον
μνηστῆρων ἐδίδου· μάλα δ' ἤθελε ὅν κατὰ θυμὸν
Ἀργείης Ἑλένης πόσις ἔμμεναι ἠυκόμοιο.
 Αἴας δ' ἐκ Σαλαμῖνος ἀμώμητος πολεμιστὴς 55
μνᾶτο· δίδου δ' ἄρ' ἔεδνα ἐ[οι]κότα, θαυματά ἔργα·
οἳ γὰρ ἔχον Τροιζῆνα καὶ ἀγχίαλον Ἐπίδαυρον
νῆσόν τ' Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν
καὶ Μέγαρα σκιόεντα καὶ ὀφρυόεντα Κόρινθον
Ἑρμιόνην Ἀσίνην τε παρὲξ ἅλα ναιεταώσας, 60
τῶν ἔφατ' εἰλίποδάς τε βόας καὶ ἴφθα μῆλα
συνελάσας δώσειν, ἐκέκαστο γὰρ ἔγχεϊ μακρῷ.
 Αὐτὰρ ἀπ' Εὐβοίης Ἐλεφήνωρ, ὄρχαμος ἀνδρῶν,
Χαλκωδοντιάδης, μεγαθύμων ἀρ[χὸς Ἀβάντων
μνᾶτο· πλεῖστα δὲ δῶρα δίδου· μάλα δ' [ἤθελε θυμῷ 65
Ἀργεΐης Ἑλένης πόσις ἔμμενα[ι ἠυκόμοιο
 Ἐκ Κρήτης δ' ἐμνᾶτο μέγα σθένο[ς Ἱ]δομ[ενῆος,
Δευκαλίδης Μίνωος ἀγακλεῖο γ[εν]έ[θλη,
οὐδέ τινα μνηστῆρα μετάγγελον ἄλλ[ον ἔπεμψεν,
ἀλλ' αὑτὸς σὺν νηὶ πολυκλήιδι μελαίνῃ 70

  1. ]νειδαο, Berlin Papyrus.
196