Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/274

This page has been proofread, but needs to be validated.

HESIOD


ΗΣΙΟΔΟΥ ΑΣΠΙΣ


Ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
ἤλυθεν ἐς Θήβας μετ᾽ ἀρήιον Ἀμφιτρύωνα
Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε 5
τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ᾽ ἄπο κυανεάων
τοῖον ἄηθ᾽ οἶόν τε πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων· 10
ἦ μέν οἱ πατέρ᾽ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
χωσάμενος περὶ βουσί· λιπὼν δ᾽ ὅ γε πατρίδα γαῖαν
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
ἔνθ᾽ ὅ γε δώματ᾽ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν 15
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
τὼς
[1] γάρ οἱ διέκειτο, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἦσαν· 20
τῶν ὅ γ᾽ ὀπίζετο μῆνιν, ἐπείγετο δ᾽ ὅττι τάχιστα
ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
τῷ δ᾽ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
Λοκροί τ᾽ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι 25
ἕσποντ᾽· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
κυδιόων λαοῖσι. πατὴρ δ᾽ ἀνδρῶν τε θεῶν τε

  1. A : ὣς, MSS.
220