Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/276

This page has been proofread, but needs to be validated.

HESIOD

ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
ἀνδράσι τ᾽ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
ὦρτο δ᾽ ἀπ᾽ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,  30
ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
ἐννύχιος· τάχα δ᾽ ἷξε Τυφαόνιον· τόθεν αὖτις
Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης 35
εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ᾽ ἄρ᾽ ἐέλδωρ·
αὐτῇ δ᾽ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.
οὐδ᾽ ὅ γ᾽ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας
ὦρτ᾽ ἰέναι, πρίν γ᾽ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς· 40
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
νούσου ὕπ᾽ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
ὥς ῥα τότ᾽ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν. 45
παννύχιος δ᾽ ἄρ᾽ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
οὐ καθ᾽ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην· 50
τὸν μὲν χειρότερον, τὸν δ᾽ αὖ μέγ᾽ ἀμείνονα φῶτα,
δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
τὸν δ᾽ ἄρα Ἰφικλῆα δορυσσόῳ
[1] Ἀμφιτρύωνι,
κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα, 55
τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.

  1. λαοσσόψ, KLM.
222