Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/278

This page has been proofread, but needs to be validated.

HESIOD

 Ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,
τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,  60
ἑσταότ᾽ ἐν δίφρῳ· χθόνα δ᾽ ἔκτυπον ὠκέες ἵπποι
νύσσοντες χηλῇσι, κόνις δέ σφ᾽ ἀμφιδεδήει
κοπτομένη πλεκτοῖσιν ὑφ᾽ ἅρμασι καὶ ποσὶν ἵππων.
ἅρματα δ᾽ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων, 65
ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
πᾶν δ᾽ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου 70
λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·
πῦρ δ᾽ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
πλήν γ᾽ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι 75
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
ὅς ῥα τόθ᾽ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
 Ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
ἦ τε μέγ᾽ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
ἤλιτεν Ἀμφιτρύων, ὅτ᾽ ἐυστέφανον ποτὶ Θήβην 80
ἦλθε λιπὼν Τίρυνθα,
[1] ἐυκτίμενον πτολίεθρον,
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ᾽ εὐρυμετώπων·
ἵκετο δ᾽ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
ἣ δίκη ἔσθ᾽ ἱκέτῃσι, τίον δέ ἑ
[2] κηρόθι μᾶλλον. 85

  1. M : τίρυνθ, GHI : Τίρυνθον, most MSS. : τήρνυθον, B.
  2. Ranke: δέ γε, GHI : δ αρα, other MSS.
224