Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/292

This page has been proofread, but needs to be validated.

HESIOD

κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
βάλλ᾽ ὄνυχας μεγάλους, ψυχὴ δ᾽ Ἄιδόσδε κατῇεν
Τάρταρον ἐς κρυόενθ᾽. αἳ δὲ φρένας εὖτ᾽ ἀρέσαντο 255
αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
ἂψ δ᾽ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων
Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ᾽ ἄρα ἥ γε
τῶν γε μὲν ἀλλάων προφερής τ᾽ ἦν πρεσβυτάτη τε. 260
πᾶσαι δ᾽ ἀμφ᾽ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
δεινὰ δ᾽ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
ἐν δ᾽ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
πὰρ δ᾽ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, 265
γουνοπαχής, μακροὶ δ᾽ ὄνυχες χείρεσσιν ὑπῆσαν.
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
αἷμ᾽ ἀπελείβετ᾽ ἔραζ᾽· ἣ δ᾽ ἄπλητον σεσαρυῖα
εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
δάκρυσι μυδαλέη. παρὰ δ᾽ εὔπυργος πόλις ἀνδρῶν·  270
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
ἑπτὰ πύλαι· τοὶ δ᾽ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε
τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ᾽ ἀπήνης
ἤγοντ᾽ ἀνδρὶ γυναῖκα, πολὺς δ᾽ ὑμέναιος ὀρώρει·
τῆλε δ᾽ ἀπ᾽ αἰθομένων δαΐδων σέλας εἰλύφαζε 275
χερσὶν ἔνι δμῳῶν· ταὶ δ᾽ ἀγλαΐῃ τεθαλυῖαι
πρόσθ᾽ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
αἳ δ᾽ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα. 280
ἔνθεν δ᾽ αὖθ᾽ ἑτέρωθε νέοι κώμαζον ὑπ᾽ αὐλοῦ,

238