Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/306

This page has been proofread, but needs to be validated.

HESIOD

σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,
ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη 455
ἔγχεος ὁρμὴν ἔτραπ᾽ ὀρεξαμένη ἀπὸ δίφρου.
δριμὺ δ᾽ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δ᾽ ἄορ ὀξὺ
ἔσσυτ᾽ ἐφ᾽ Ἡρακλέα κρατερόφρονα· τὸν δ᾽ ἐπιόντα
Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο 460
οὔτασ᾽ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε
δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
ἤλασαν αἶψ᾽ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δ᾽ ἔπειτα  465
ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
 Υἱὸς δ᾽ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
Κύκνον σκυλεύσαντες ἀπ᾽ ὤμων τεύχεα καλὰ
νίσσοντ᾽· αἶψα δ᾽ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη 470
ἐξίκετ᾽ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
 Κύκνον δ᾽ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,
οἵ ῥ᾽ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος
Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τ᾽ Ἰαωλκὸν
Ἄρνην τ᾽ ἠδ᾽ Ἑλίκην· πολλὸς δ᾽ ἠγείρετο λαός, 475
τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
τοῦ δὲ τάφον καὶ σῆμ᾽ ἀιδὲς ποίησεν Ἄναυρος
ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων
Λητοΐδης ἤνωξ᾽, ὅτι ῥα κλειτὰς ἑκατόμβας
ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων. 480

252