Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/308

This page has been validated.

HESIOD

ΚΗΥΚΟΣ ΓΑΜΟΣ

1.

Scholiast on Apollonius Rhodius, Arg. i. 1289.
Ἡσίοδος ἐν τῷ Κήυκος γάμῳ ἐκβάντα φησὶν αὐτὸν
ἐφ’ ὕδατος ζήτησιν τῆς Μαγνησίας περὶ τὰς ἀπὸ
τῆς ἀφέσεως αὐτοῦ Ἀφετὰς καλουμένας ἀπολειφθῆναι.

2.

Zenobius,[1] ii. 19. οὕτως Ἡσίοδος ἐχρήσατο τῇ
παριομίᾳ, ὡς Ἡρακλέους ἐπιφοιτήσαντος ἐπὶ τὴν
οἰκίαν Κήυκος τοῦ Τραχινίου καὶ οὕτως εἰπόντος·
 αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἵενται.

3.

Schol. on Homer, Il. xiv. 119.
ἰδὼν δ’ ἱππηλάτα Κῆυξ.

4.

Athenaeus, ii. p. 49b. Ἡσίοδος ἐν Κήυκος γάμῳ—
κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ
ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ’ ἐμοὶ δοκεῖ ἀρχαῖα
εἶναι—τρίποδας τὰς τραπέζας φησί

5.

Gregory of Corinth, On Forms of Speech (Rhett. Gr. vii. 776).
αὐτὰρ ἐπεὶ δαιτὸς μὲν ἐίσης ἐξ ἔρον ἕντο,
[δὴ τόθ’ οἳ ἐξ ὕλης τὴν] μητ́ερα μητρὸς ἄγοντο
αὐαλέην τε καὶ ὀπταλέην σφετέροισι τέκεσσι
τεθνάμεναι.

  1. A Greek sophist who taught rhetoric at Rome in the time of Hadrian. He is the author of a collection of proverbs in three books.
254