Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/312

This page has been proofread, but needs to be validated.

HESIOD

4.

Pausanias, iv. 2. 1. ... ἀλλὰ Ὕλλου μὲν τοῦ
Ἡρακλέους θυγατρὶ Εὐαίχμῃ συνοικῆσαι Πολυκάονα
υἱὸν Βούτου λεγούσας τὰς μεγάλας οἶδα Ἠοίας.

5.

Pausanias, ix. 40. 6.
Φύλας δ᾽ ὤπυιεν κούρην κλειτοῦ Ἰολάου
Λειπεφίλην, ἣ εἶδοϲ Ὀλυμπιάδεσσιν ὁμοίη.
Ἱπποτάδην τέ οἱ υἱὸν ἐνὶ μεγάροισιν ἔτικτε
Θηρώ τ᾽ εὐειδέα, ἰκέλην φαίεσσι σελήνης
Θηρὼ δ᾽ Ἀπόλλωνος ἐν ἀγκοίνηισι πεσοῦσα
γείνατο Χαίρωνος κρατερὸν μένος ἱπποδάμοιο.

6.

Schol. on Pindar, Pyth. v. 35.
Ἢοἵη Ὑρίῃ πυκινόφρων Μηκιονίκη,
ἣ τέκεν Εὔφημον γαιηόχῳ Ἐννοσιγαίῳ
μιχθεῖσ᾽ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης.

7.

Pausanias, ix. 36. 7.
Ὑηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱόν
κτείνας ἐν μεγάροις εὐνῆς ἔνεχ' ἧς ἀλόχοιο
οἶκον ἀποπρολιπὼν φεῦγ᾿ Ἄργεος ἱπποβότοιο,
ἷξεν δ᾽ Ὀρχόμενον Μινυήιον· καί μιν ὅ γ᾿ ἥρως
δέξατο καὶ κτεάνων μοῖραν πόρεν, ὡς ἐπιεικές.

8.

Pausanias, ii. 2. 3. πεποίηται δὲ ἐν Ἠοίαις
Μεγάλαις Οἰβάλου θυγατέρα εἷναι Πειρήνην,

9.

Pausanias, ii. 16. 4. ταύτην (Μυκήνην) εἷναι
θυγατέρα Ἰνάχου, γυναῖκα δὲ Ἀρέστορος τὰ ἔπη

258