Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/314

This page has been proofread, but needs to be validated.

HESIOD

λέγει ἃ δὴ Ἕλληνες καλοῦσιν Ἠοίας Μεγάλας·
ἀπὸ ταύτης οὗν γεγονέναι καὶ τὸ ὄνομα τῇ πόλει
φασίν.

10.

Pausanias, vi. 21. 10 sq. ἀπέθανον δὲ ὑπὸ τοῦ
Οἰνομάου κατὰ τὰ ἔπη τὰς μεγάλας Ἠοίας
Ἀλκάθους ὁ Πορθάονος, δεύτερος οὗτος ἐπὶ τῷ
Μάρμακι, μετὰ δὲ Ἀλκάθουν Εὐρύαλος καὶ
Εὐρύμαχός τε καὶ Κρόταλος. ... τὸν δὲ ἀποθανόντα
ἐπ' αὐτοῖς Ἀκρίαν τεκμαίροιτο ἄν τις Λακεδαιμόνιόν
τε εἶναι καὶ οἰκιστὴν Ἀκριῶν. ἐπὶ δὲ τῷ
Ἀκρίᾳ Κάπετόν φασιν ὑπὸ τοῦ Οἰνομάου φονευθῆναι
καὶ Λυκοῦργον Λάσιόν τε καὶ Χαλκώδοντα
καὶ Τρικόλωνον ... Τρικολώνου δὲ ὕστερον
ἐπέλαβεν ἐν τῷ δρόμῳ τὸ χρεὼν Ἀριστόμαχόν
τε καὶ Πρίαντα, ἔτι δὲ Πελάγοντα καὶ Αἰόλιόν
τε καὶ Κρόνιον.

11.

Scholiast on Apollonius Rhodius, Arg. iv. 57. ἐν
δὲ ταῖς Μεγάλαις Ἠοίαις λέγεται τὸν Ἐνδυμίωνα
ἀνενεχθῆναι ὑπὸ τοῦ Διὸς εἰς οὐρανόν, ἐρασθέντα
δὲ Ἥρας εἰδώλῳ παραλογισθῆναι νεφέλης, καὶ
ἐκβληθέντα κατελθεῖν εἰς Ἅιδου.

12.

Scholiast on Apollonius Rhodius, Arg. i. 118. ἐν
δὲ ταῖς Μεγάλαις Ἠοίαις λέγεται ὡς ἄρα Μελάμπους
φίλτατος ὢν τῷ Ἀπόλλωνι ἀποδημήσας κατέλυσε
παρὰ Πολυφόντῃ. βοὸς δὲ αὐτῷ τεθυμένου
δράκοντας ἀνερπύσαντος παρὰ τὸ θῦμα διαφθεῖραι

260