Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/322

This page has been proofread, but needs to be validated.

HESIOD

2.

Tzetzes on Lycophron, 682. ... νῦν δὲ τὸν
Τειρεσίαν λέγει, ἐπειδή φασιν αὐτὸν ἑπτὰ γενεὰς
ζῆσαι· ἄλλοι δὲ ἐννέα· ἀπό γὰρ Κάδμου ἧν καὶ
κατωτέρω Ἐτεοκλέους καὶ Πολυνείκους, ὥς φησι
καὶ ὁ τῆς Μελαμποδίας ποιητής· παρεισάγει γὰρ
τὸν Τειρεσίαν λέγοντα·
 Ζεῦ πάτερ, εἲθ’ ἥσσω μοι ἔχειν αἰῶνα βίοιο
 ὤφελλες δοῦναι καὶ ἴσα [φρεσὶ] μήδεα ἴδμεν
 θνητοῖς ἀνθρώποις· νῦν δ’ οὐδέ με τυτθὸν ἔτισας,
 ὅς γέ με μακρὸν ἔθηκας ἔχειν αἰῶνα βίοιο
 ἑπτά τ’ ἐπὶ ζώειν γενεὰς μερόπων ἀνθρώπων.

3.

Scholiast on Homer, Odyssey, x. 494. φασὶν ὡς
δράκοντας δύο ἐν Κιθαιρῶνι μιγνυμένους ἰδὼν
(Τειρεσίας) ἀνεῖλε τὴν θήλειαν καὶ οὕτος μεταβέβληται
εἰς γυναῑκα, καὶ πάλιν τὸν ἄρρενα καὶ Ἥρα
κριτὴν εἵλοντο, τίς μᾶλλον ἥδεται τῇ συνουσίᾳ,
τὸ ἄρρεν ἣ τὸ θῆλι· ὁ δὲ εἶπεν·
 οἴην μὲν μοῖραν δέκα μοιρέων τέρπεται ἀνήρ,
 τὰς δὲ δέκ’ ἐμπίπλησι γυνὴ τέρπουσα νόημα.
διόπερ ἡ μὲν Ἥρα ὀργισθεῖσα ἐπήρωσεν, ὁ δὲ
Ζεὺς τὴν μαντείαν δωρεῖται.

4.

ἡδὺ [μέν] ἐστ' ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλνίῃ
 τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
 ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔνειμαν
 ἀθάνατοι, δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές.

268