Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/344

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
 Ἁρπάξας δ᾽ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
ἦγ᾽ ὀλοφυρομένην· ἰάχησε δ᾽ ἄρ᾽ ὄρθια φωνῇ, 20
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
ἤκουσεν φωνῆς, οὐδ᾽ ἀγλαόκαρποι ἐλαῖαι†
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, 25
Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
τὴν δ᾽ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι 30
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
 Ὂφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
αὐγάς τ᾽ ἠελίου, ἔτι δ᾽ ἤλπετο μητέρα κεδνὴν 35
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
   *     *     *     *
ἤχησαν δ᾽ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
φωνῇ ὑπ᾽ ἀθανάτῃ· τῆς δ᾽ ἔκλυε πότνια μήτηρ.
 Ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις  40
ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,

290