Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/348

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
  Ὣς φάτο· τὴν δ᾽ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, 75
εἰδήσεις· δὴ γὰρ μέγα σ᾽ ἅζομαι ἠδ᾽ ἐλεαίρω
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
ὅς μιν ἔδωκ᾽ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
αὐτοκασιγνήτῳ· ὃ δ᾽ ὑπὸ ζόφον ἠερόεντα 80
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν 85
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
τοῖς μεταναιετάειν,
[1] τῶν ἔλλαχε κοίρανος εἶναι.
 Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δ᾽ ὑπ᾽ ὀμοκλῆς
ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ᾽ οἰωνοί.
 Τὴν δ᾽ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· 90
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
ᾤχετ᾽ ἐπ᾽ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, 95
πρίν γ᾽ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
ὃς τότ᾽ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
ἕζετο δ᾽ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,

  1. Puntoni : μετά ναίεται, M.
294