Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/366

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
ἄλλ᾽ ἴθι, μηδ᾽ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
 Ὣς φάτο λισσομένη· τῇ δ᾽ οὐκ ἐπεπείθετο θυμός.
αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας 325
πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
τιμάς θ᾽, †ἅς κ᾽ ἐθέλοιτο† μετ᾽ ἀθανάτοισιν ἑλέσθαι.
ἀλλ᾽ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
θυμῷ χωομένης· στερεῶς δ᾽ ἠναίνετο μύθους. 330
οὐ μὲν γάρ ποτ᾽ ἔφασκε θυώδεος Οὐλύμποιο
πρίν γ᾽ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
 Αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, 335
ὄφρ᾽ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
Ἑρμῆς δ᾽ οὐκ ἀπίθησεν, ἄφαρ δ᾽ ὑπὸ κεύθεα γαίης  340
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
πόλλ᾽ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δ᾽ ἀποτηλοῦ
[1]
ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.[2] 345
ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·

  1. Ilgen : ἐπ᾽ ἀτλήτων, M.
  2. Voss : βουλῇ, M.
312