Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/374

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
πολλὰ μάλ᾽ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον 435
ἀμφαγαπαζόμεναι· ἀχέων δ᾽ ἀπεπαύετο θυμός.
γηθοσύνας δ᾽ ἐδέχοντο παρ᾽ ἀλλήλων ἔδιδόν τε.
τῇσιν δ᾽ ἐγγύθεν ἦλθ᾽ Ἑκάτη λιπαροκρήδεμνος·
πολλὰ δ᾽ ἄρ᾽ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ᾽ ἄνασσα. 440
 Ταῖς δὲ μέτ᾽ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κεν ἕλοιτο μετ᾽ ἀθανάτοισι θεοῖσι·
νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο 445
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἔφατ᾽· οὐδ᾽ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
ἐσσυμένως δ᾽ ἤιξε κατ᾽ Οὐλύμποιο καρήνων,
ἐς δ᾽ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης 450
τὸ πρίν, ἀτὰρ τότε γ᾽ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
ἑστήκει πανάφυλλον· ἔκευθε δ᾽ ἄρα κρῖ λευκὸν
μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
ἦρος ἀεξομένοιο, πέδῳ δ᾽ ἄρα πίονες ὄγμοι 455
βρισέμεν ἀσταχύων, τὰ δ᾽ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
ἔνθ᾽ ἐπέβη πρώτιστον ἀπ᾽ αἰθέρος ἀτρυγέτοιο·
ἀσπασίως δ᾽ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
τὴν δ᾽ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
 Δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς  460
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς

320