αὐτίκα δ᾽ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·
Μοῦσαι μέν θ᾽ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
ὑμνεῦσίν ῥα θεῶν δῶρ᾽ ἄμβροτα ἠδ᾽ ἀνθρώπων 190
τλημοσύνας, ὅσ᾽ ἔχοντες ὑπ᾽ ἀθανάτοισι θεοῖσι
ζώουσ᾽ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
εὑρέμεναι θανάτοιό τ᾽ ἄκος καὶ γήραος ἄλκαρ·
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
Ἁρμονίη θ᾽ Ἥβη τε Διὸς θυγάτηρ τ᾽ Ἀφροδίτη 195
ὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·
τῇσι μὲν οὔτ᾽ αἰσχρὴ μεταμέλπεται οὔτ᾽ ἐλάχεια,
ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
ἐν δ᾽ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης 200
παίζουσ᾽· αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει
μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἳ δ᾽ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς 205
υἷα φίλον παίζοντα μετ᾽ ἀθανάτοισι θεοῖσι.
Πῶς τ᾽ ἄρ σ᾽ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
ἠέ σ᾽ ἐνὶ μνηστῆρσιν[1] ἀείδω καὶ φιλότητι,
ὅππως μνωόμενος[2] ἔκιες Ἀζαντίδα κούρην
Ἴσχυ᾽ ἅμ᾽ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; 210
ἢ ἅμα Θόρβαντι Τριοπέῳ[3] γένος, ἢ ἅμ᾽ Ἐρευθεῖ;
ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
* * * *
πεζός, ὃ δ᾽ ἵπποισιν· οὐ μὴν Τρίοπός γ᾽ ἐνέλειπεν.
ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ᾽ Ἄπολλον; 215