Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/404

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

πυκνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
φοινὸν ἀποπνείουσ᾽· ὃ δ᾽ ἐπηύξατο Φοῖβος Ἀπόλλων·
 Ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ·
οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες 365
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ᾽ οὔτε Τυφωεὺς
ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ᾽ αὐτοῦ
πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
 Ὣς φάτ᾽ ἐπευχόμενος: τὴν δὲ σκότος ὄσσε κάλυψε.  370
τὴν δ᾽ αὐτοῦ κατέπυσ᾽ ἱερὸν μένος Ἠελίοιο,
ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα
Πύθιον ἀγκαλέουσιν
[1] ἐπώνυμον, οὕνεκα κεῖθι
αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
 Καὶ τότ᾽ ἄρ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων, 375
οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·
βῆ δ᾽ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ᾽ ἵκανε·
στῆ δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·
 Τελφοῦσ᾽, οὐκ ἄρ᾽ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
χῶρον ἔχουσ᾽ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ. 380
ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
 Ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
καὶ βωμὸν ποιήσατ᾽ ἐν ἄλσεϊ δενδρήεντι,
ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδ᾽ ἄνακτι 385
πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.

  1. Hermann : Πύθιον καλέουσιν, MSS.
350