Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/416

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
οὔτε τρυγηφόρος ἥδε γ᾽ ἐπήρατος οὔτ᾽ εὐλείμων,
ὥστ᾽ ἀπό τ᾽ εὖ ζώειν καὶ ἅμ᾽ ἀνθρώποισιν ὀπάζειν.  530
 Τοὺς δ᾽ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·
 Νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
βούλεσθ᾽ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·
ῥηίδιον ἔπος ὔμμ᾽ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
δεξιτερῇ μάλ᾽ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν, 535
σφάζειν αἰεὶ μῆλα· τὰ δ᾽ ἄφθονα πάντα παρέσται,
ὅσσα τ᾽ ἐμοί κ᾽ ἀγάγωσι περικλυτὰ φῦλ᾽ ἀνθρώπων·
νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ᾽ ἀνθρώπων
ἐνθάδ᾽ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
[δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα. 539a
εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ᾽ ἀλογήσει[1]] 539b
ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον 540
ὕβρις θ᾽, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ᾽ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπ᾽ ἀναγκαίῃ δεδμήσεσθ᾽ ἤματα πάντα.
εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
 Καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ· 545
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.


IV

ΕΙΣ ΕΡΜΗΝ


 Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,

  1. Allen suggests these two lines to fill the lacuna.
362