Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/452

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἀλλ᾽ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, 475
μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.
εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,
καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν 480
καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον
εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,
φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, 485
ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν
νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.
σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε· 490
ἡμεῖς δ᾽ αὖτ᾽ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν.
ἔνθεν ἅλις τέξουσι βόες ταύροισι μιγεῖσαι
μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ
κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι. 495
 Ὣς εἰπὼν ὤρεξ᾽· ὃ δ᾽ ἐδέξατο Φοῖβος Ἀπόλλων,
Ἐρμῇ δ᾽ ἐγγυάλιξεν ἑκὼν
[1] μάστιγα φαεινήν,
βουκολίας τ᾽ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς
γηθήσας· κίθαριν δὲ λαβὼν ἐπ᾽ ἀριστερὰ χειρὸς
Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων, 500
πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· ἣ δ᾽ ὑπένερθε
σμερδαλέον
[2] κονάβησε· θεὸς δ᾽ ὑπὸ καλὸν ἄεισεν.
 Ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,

  1. Martin : ἔχων, MSS.
  2. M : ἱμερόεν, other MSS.
398