αἳ δ᾽ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, 560
προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·
ἢν δ᾽ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,
ψεύδονται δὴ ἔπειτα δι᾽ ἀλλήλων δονέουσαι.[1]
τάς τοι ἔπειτα δίδωμι· σὺ δ᾽ ἀτρεκέως ἐρεείνων
σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, 565
πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
ταῦτ᾽ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς
ἵππους τ᾽ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.
[ὡς ἔφατ᾽· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι 568a
θῆκε τέλος· πᾶσιν δ᾽ ἄρ᾽ ὅ γ᾽ οἰωνοῖσι κέλευσεν[2]] 568b
καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, 570
πᾶσι δ᾽ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
οἶον δ᾽ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
ὅς τ᾽ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
Οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
παντοίῃ φιλότητι· χάριν δ᾽ ἐπέθηκε Κρονίων. 575
πᾶσι δ᾽ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ᾽ ἄκριτον ἠπεροπεύει
νύκτα δι᾽ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
Καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς. 580