Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/492

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

XIV

ΕΙΣ ΜΗΤΕΡΑ ΘΕΩΝ


 Μητέρα μοι πάντων τε θεῶν πάντων τ᾽ ἀνθρώπων
ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
ᾗ κροτάλων τυπάνων τ᾽ ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων
οὔρεά τ᾽ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι. 5
 Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ᾽ ἅμα πᾶσαι ἀοιδῇ.


XV

ΕΙΣ ΗΡΑΚΛΕΑ ΛΕΟΝΤΟΘΥΜΟΝ


 Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ᾽ ἄριστον
γείνατ᾽ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·
ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
πλαζόμενος πομπῇσιν ὕπ᾽ Εὐρυσθῆος ἄνακτος
[1] 5
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ᾽ ἀνέτλη·
[2]
νῦν δ᾽ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
 Χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.

  1. Most MSS. : πημαίνετ᾽ ἀεθλεύων <δε> κραταιῶν, M.
  2. Most MSS. : ἔξοχα ἔργα, M.
438