ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ᾽ ἀείδειν,
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ᾽ ἀνθρώποισι, κακῶν θελκτῆρ᾽ ὀδυνάων.
Καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σ᾽ ἀοιδῇ. 5
Κάστορα καὶ Πολυδεύκἐ ἀείσεο, Μοῦσα λίγεια,
Τυνδαρίδας, οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο·
τοὺς ὑπὸ Τηϋγέτου κορυφῇς τέκε πότνια Λήδη
λάθρη ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι.
Χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων. 5
Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
Ἀτλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον, 5
ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
|