Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/498

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ μέλπονται·  20
κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·
δαίμων δ᾽ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ᾽ ἐς μέσον ἕρπων,
πυκνὰ ποσὶν διέπει, λαῖφος δ᾽ ἐπὶ νῶτα δαφοινὸν
λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ᾽ ὑάκινθος 25
εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
 Ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·
οἷόν θ᾽ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
ἔννεπον, ὡς ὅ γ᾽ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
καί ῥ᾽ ὅ γ᾽ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, 30
ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
ἔνθ᾽ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ᾽ ἐνόμευεν
ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·
ἐκ δ᾽ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ᾽ ἐν μεγάροισιν 35
Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·
φεῦγε δ᾽ ἀναΐξασα, λίπεν δ᾽ ἄρα παῖδα τιθήνη
δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
τὸν δ᾽ αἶψ᾽ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε 40
δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
ῥίμφα δ᾽ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ
πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,
δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ᾽ ἄρα θυμὸν ἔτερφθεν 45

444