Ἀμφὶ Ποσειδάωνα, μέγαν θεόν, ἄρχομ᾽ ἀείδειν,
γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
πόντιον, ὅσθ᾽ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
ἵππων τε δμητῆρ᾽ ἔμεναι σωτῆρά τε νηῶν.
Χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.
XXIII
ΕΙΣ ΥΠΑΤΟΝ ΚΡΟΝΙΔΗΝ
Ζῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον,
εὐρύοπα, κρείοντα, τελεσφόρον, ὅστε Θέμιστι
ἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει.
Ἵληθ᾽, εὐρύοπα Κρονίδη, κύδιστε μέγιστε.
Ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον·
ἔρχεο τόνδ᾽ ἀνὰ οἶκον, ἕν᾽ ἔρχεο[1] θυμὸν ἔχουσα
σὺν Διὶ μητιόεντι· χάριν δ᾽ ἅμ᾽ ὄπασσον ἀοιδῇ. 5
|