Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/512

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

XXXI

ΕΙΣ ΗΛΙΟΝ


 Ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·
γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα, 5
Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
Ἠέλιόν τ᾽ ἀκάμαντ᾽, ἐπιείκελον ἀθανάτοισιν,
ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
ἵπποις ἐμβεβαώς· σμερδνὸν δ᾽ ὅ γε δέρκεται ὄσσοις
χρυσέης ἐκ κόρυθος· λαμπραὶ δ᾽ ἀκτῖνες ἀπ᾽ αὐτοῦ 10
αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τ᾽ ἔθειραι
[1]
λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος
λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δ᾽ ἄρσενες ἵπποι.
ἔνθ᾽ ἄρ᾽ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους, 15
[αὐτόθι παύεται ἄκρου ἐπ᾽ οὐρανοῦ, εἰσόκεν αὖτις]  15a
θεσπέσιος πέμπῃσι δι᾽ οὐρανοῦ Ὠκεανόνδε.
 Χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρε᾽ ὄπαζε.
ἐκ σέο δ᾽ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.


XXXII

ΕΙΣ ΣΕΛΗΝΗΝ


 Μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·

  1. Matthiae : τε παρειαί, MSS.
458