Αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,
οἳ πόλιν αἰπεινήν, Κύμην ἐριώπιδα κούρην,
ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο,
ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο,
Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς. 5
Αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·
τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.
Χαλκέη παρθένος εἰμί, Μίδεω δ’ ἐπὶ σήματι κεῖμαι·
ἔστ’ ἂν ὕδωρ τε νάῃ[1] καὶ δένδρεα μακρὰ τεθήλῃ,
ἠέλιος τ’ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη,
καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα,
αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου 5
ἀγγελέω παριοῦσι, Μίδης ὅτι τῇδε τέθαπται.
Οἵῃ μ’ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,
νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων.
ἥν ποτ’ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο
|