Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/522

This page has been proofread, but needs to be validated.

HOMER'S EPIGRAMS

λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,
ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα, 5
Αἰολίδα Σμύρνην ἁλιγείτονα, ποντοτίνακτον,
ἥντε δι’ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος·
ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα.
ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν.
οἳ δ’ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς, 10
ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις,
ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον.
κῆρα δ’ ἐγώ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ,
τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ·
οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς 15
Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει
δῆμον ἐς ἀλλοδαπῶν ἰέναι, ὀλίγον περ ἐόντα.

V

Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ,
οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.

VI

Κλῦθι, Ποσείδαον, μεγαλοσθενές, ἐννοσίγαιε,
εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος,
δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
ναύταις, οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασι·
δὸς δ’ ἐς ὑπωρείην ὑψικρήμνοιο Μίμαντος 5
αἰδοίων μ’ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι,
φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας
ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν.

468