Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/524

This page has been proofread, but needs to be validated.

HOMER'S EPIGRAMS

VII

Πότνια Γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου,
ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,
τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ, οἷς ἐχολώθης.

VIII

Ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ
πτωκάσιν αἰθυίῃσι, βίον δύσζηλον ἔχοντες,
αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·
δεινὴ γὰρ μέτ’ ὄπις ξενίου Διός, ὅς κ’ ἀλίτηται.

IX [1]

Ὑμέας, ὦ ξεῖνοι, ἄνεμος λάβεν ἀντίος ἐλθών·
ἀλλ’ ἐμὲ νῦν δέξασθε, καὶ ὁ πλόος ἔσσεται ὑμῖν.

X

Ἄλλη τίς σευ πεύκη ἀμείνονα καρπὸν ἵησιν
Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,
ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν
ἔσσεται, εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.

XI

Γλαῦκε, βοτῶν[2] ἐπίοπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω·
πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρησι
δοῦναι· τὼς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει
ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.

  1. Restored to metrical form by Barnes.
  2. Kuester : πέπον, βροτῶν, MSS.
470