Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/528

This page has been proofread, but needs to be validated.

HOMER'S EPIGRAMS

πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα.
δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη, 15
ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.
δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
οἵθ’ Ἡρακλῆος χεῖρας φύγον οἵτ’ ἀπόλοντο,
τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά. 20
γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
ὃς δέ χ’ ὑπερκύψῃ, πυρὶ τούτου πᾶν τὸ πρόσωπον
φλεχθείη, ὡς πάντες ἐπίστωντ’ αἴσιμα ῥέζειν.

XV

Δῶμα προσετραπόμεσθ’ ἀνδρὸς μέγα δυναμένοιο,
ὃς μέγα μὲν δύναται, μέγα δὲ πρέπει
[1] ὄλβιος αἰεί.
αὐταὶ ἀνακλίνεσθε θύραι· Πλοῦτος γὰρ ἔσεισι
πολλός, σὺν Πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα
Εἰρήνη τ’ ἀγαθή· ὅσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη, 5
κυρβαίν δ’ αἰεὶ κατὰ καρδόπου ἕρποι μᾶζα.
νῦν μὲν κριθαίην, εὐώπιδα, σησαμόεσσα

   *     *     *     *
Τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφραδα βήσεται ὕμμιν·
ἡμίονοι δ’ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα·
αὐτὴ δ’ ἱστὸν ὑφαίνοι ἐπ’ ἠλέκτρῳ βεβαυῖα. 10
 Νεῦμαί τοι, νεῦμαι ἐνιαύσιος, ὥστε χελιδὼν
ἕστηκ’ ἐν προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα
†πέρσαι τῶ Ἀπόλλωνος γυιάτιδος.†

  1. Ilgen : βρεμει, MSS.
474