Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/542

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

ἱστορήκασι ... ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶ
τὸ θηρίον τοῦτο τοῖς Καδμείοις· διὸ τῆς βασιλείας
ἐξέκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας. Κέφαλον
δέ φασι τὸν Δηϊόνος Ἀθηναῖον ὄντα καὶ κύνα
κεκτημένον ὃν οὐδὲν διέφευγεν τῶν θηρίων, ὡς
ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκριν,
καθηράντων αὐτὸν τῶν Καδμείων, διώκειν τὴν
ἀλώπεκα μετὰ τοῦ κυνός· καταλαμβανομένους δὲ περὶ
τὸν Τευμησσὸν λίθους γενέσθαι τὸν τε κύνα καὶ
τὴν ἀλώπεκα. εἰλήφασι δ' οὗτοι τὸν μῦθον ἐκ τοῦ
ἐπικοῦ κύκλου.

3.

Schol. on Ap Rhod. i. 308. οἱ δὲ τὴν Θηβαίδα
γεγραφότες φασὶν ὅτι ὑπὸ τῶν Ἐπιγονὠν ἀκροθίνιον
ἀνετέθη Μαντὼ ἡ Τειρεσίου θυγάτηρ εἰς
Δελφοὺς πεμφθεῖσα· καὶ κατὰ χρησμὸν Ἀπόλλωνος
ἐξερχομένη περιέπεσε Ῥακίῳ τῷ Λέβητος
υἱῷ Μυκηναίῳ τὸ γένος. καὶ γημαμένη αὐτῷ—
τοῦτο γὰρ περιεῖχε τὸ λόγιον, γαμεῖσθαι ᾧ ἂν
συναντήσῃ—[καὶ] ἐλθοῦσα εἰς Κολοφῶνα καὶ
ἐκεῖ δυσθυμήσασα ἐδάκρυσε διὰ τὴν τῆς πατρίδος
πόρθησιν.


ΚΥΠΡΙΑ

1.

Proclus, Chrestomathy, i. Ἐπιβάλλει τούτοις τὰ
λεγόμενα Κύπρια ἐν βιβλίοις φερόμενα ἕνδεκα,
... τὰ δὲ περιέχοντά ἐστι ταῦτα.
 Ζεὺς βουλεύεται μετὰ τῆς θέμιδος περὶ τοῦ
Τρωϊκοῦ πολέμου· παραγενομένη δὲ Ἔρις
εὐωχουμένων τῶν θεῶν ἐν τοῖς Πηλέως γάμοις, νεῖκος

488