Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/548

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

μεταπεμψάμενοι, θύειν ἐπιχειροῦσιν. Ἄρτεμις δὲ
αὐτὴν ἐξαρπάσασα, εἰς Ταύρους μετακομίζει καὶ
ἀθάνατον ποιεῖ· ἔλαφον δὲ ἀντὶ τῆς κόρης
παρίστησι τῷ βωμῷ.
 Ἔπειτα καταπλέουσιν εἰς Τένεδον· καὶ
εὐωχουμένων αὐτῶν Φιλοκτήτης ὑ̈φ' ὕδρου
πληγεὶς διὰ τὴν δυσοσμίαν ἐν Λήμνῳ κατελείφθη,
καὶ Ἀχϊλλεὺς ὕ̈στερος κληθεὶς, διαφέρεται πρὸς
Ἀγαμέμνονα. ἔπειτα ἀποβαίνοντας αὐτοὺς εἰς
Ἴ̈λιον εἴργουσιν οἱ Τρῶες, καὶ θνῄσκει
Πρωτεσίλαος ὑφ' Ἕκτορος. ἔπειτα Ἀχϊλλεὺς αὐτοὺς
τρέπεται ἀνελῶν Κύκνον τὸν Ποσειδῶνος. καὶ
τοὺς νεκροὺς ἀναιροῦνται, καὶ διαπρεσβεύονται
πρὸς τοὺς Τρῶας, τὴν Ἑλένην καὶ τὰ χρήματα
ἀπαιτοῦντες. ὡς δὲ οὐχ ὑπήκουσαν ἐκεῖνοι,
ἐνταῦθα δὴ τειχομαχοῦσι. ἔπειτα τὴν χώραν
ἐσπεξελθόντες πορθοῦσι καὶ τὰς περιοίκους πόλεις.
καὶ μετα ταῦτα Ἀχϊλλεὺς Ἑλένην ἐπιθυμεῖ
θεάσασθαι, καὶ συνήγαγον αὐτοὺς εἰς τὸ αὐτὸ
Ἀφροδίτη καὶ Θέτις. εἶτα ἀπονοστεῖν ὡρμημένους
τοὺς Ἀχαιοὺς Ἀχϊλλεὺς κατέχει. κἄπειτα
ἀπελαύνει τὰς Αἰνείου βόας, καὶ Λυρνησὸν καὶ
Πήδασον πορθεῖ καὶ συχνὰς τῶν περιοικίδων
πόλεων, καὶ Τρωΐλον φονεύει. Λυκάονά τε
Πάτροκλος εἰς Λῆμνον ἀγαγὼν ἀπεμπολᾷ, καὶ
ἐκ τῶν λαφύρων Ἀχιλλεὺς μὲν Βρισηΐδα γέρας
λαμβάνει, Χρϋσηΐδα δὲ Ἀγαμέμνων. ἔπειτά ἐστὶ
Παλαμήδους θάνατος, καὶ Διὸς βουλὴ ὅπως
ἐπικουφίσῃ τοὺς Τρῶας Ἀχϊλλέα τῆς συμμαχίας
τῆς Ἑλληνικῆς ἀποστήσας, καὶ κατάλογος τῶν
τοῖς Τρωσὶ συμμαχησάντων.

494