Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/556

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

12.

Schol. on Pindar, Nem. x. 114. αἶψα δὲ Λυγκεὺς
Ταΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς.
ἀκρότατον δ' ἀναβὰς διεδέρκετο νῆσον ἄπασαν
Τανταλίδου Πέλοπος, τάχα δ' εἴσιδε κύδιμος ἥρως
δεινοῖς ὀφθαλμοῖσιν ἔσω δρυὸς ἄμφω κοίλης 5
Κάστορά θ' ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκεα.

Philodemus, On Piety. Κάστορα δὲ ὑπὸ Ἴδα
τοῦ Ἀφάρεω κατηκοντίσθαι γέγρα[φε ...

13.

Athenaeus, 35 C.
οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.

14.

Laurentian Scholiast on Sophocles, Elect. 157.
ἢ Ὁμήρῳ ἀκολουθεῖ εἱρηκότι τὰς τρεῖς θυγατέρας
τοῦ Ἀγαμέμνονος, ἢ ὡς ὁ τὰ Κύπρια, δ' φησίν,
Ἰφιγένειαν καὶ Ἰφιάνασσαν.

15.[1]

Contest of Homer and Hesiod.
ὣς οἳ μὲν δαίνυντο πανήμεροι, οὐδὲν ἔχοντες
oἴκοθεν, ἀλλὰ παρεῖχεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

16.

Louvre Papyrus.
οὐκ ἐφάμην Ἀχιλῆϊ χολωσέμεν ἄλκιμον ἦτορ
ὧδε μάλ᾿ ἐκπάγλως, ἐπεὶ ἦ μάλα μοι φίλος ἤεν.

  1. These two lines possibly belong to the account of the feast given by Agamemnon at Lemnos.
502