Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/574

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

ΙΛΙΟΥ ΠΕΡΣΙΣ

1.

Ἕπεται δὲ τούτοις Ἰλίου Πέρσιδος βιβλία β
Ἀρκτίνου Μιλησίου περιέχοντα τάδε. ὡς τὰ
περὶ τὸν ἵππον οἱ Τρῶες ὑπόπτως ἔχοντες
περιστάντες βουλεύονται ὅ τι χρὴ ποιεῖν. καὶ
τοῖς μὲν δοκεῖ κατακρημνίσαι αὐτόν, τοῖς δὲ
καταφλέγειν· οἳ δὲ ἱερὸν αὐτὸν ἔφασαν δεῖν τῇ
Ἀθηνᾷ ἀνατεθῆναι· καὶ τέλος νικᾷ ἡ τούτων
γνώμη. τραπέντες δὲ εἰς εὐφροσύνην εὐωχοῦνται
ὡς ἀπηλλαγμένοι τοῦ πολέμου. ἐν αὐτῷ δὲ
τούτῳ δύο δράκοντες ἐπιφανέντες τόν τε
Λαοκόωντα καὶ τὸν ἕτερον τῶν παίδων διαφθείρουσιν·
ἐπὶ δὲ τῷ τέρατι δυσφορήσαντες οἱ περὶ τὸν
Αἰνείαν ὑπεξῆλθον εἰς τὴν Ἴδην. καὶ Σίνων τοὺς
πυρσοὺς ἀνίσχει τοῖς Ἀχαιοῖς, πρότερον εἰσεληλυθὼς
προσποίητος· οἳ δὲ ἐκ Τενέδου προσπλεύσαντες
καὶ οἱ ἐκ τοῦ δουρείου ἵππου ἐπιπίπτουσι
τοῖς πολεμίοις, καὶ πολλοὺς ἀνελόντες τὴν πόλιν
κατὰ κράτος λαμβάνουσι. καὶ Νεοπτόλεμος μὲν
ἀποκτείνει Πρίαμον ἐπὶ τὸν τοῦ Διὸς τοῦ ἑρκείου
βωμὸν καταφυγόντα. Μενέλαος δὲ ἀνευρὼν Ἑλένην
ἐπὶ τὰς ναῦς κατάγει, Δηΐφοβον φονεύσας.
Κασσάνδραν δὲ Αἴας ὁ Ἰλέως
[1] πρὸς βίαν ἀποσπῶν
συνεφέλκεται τὸ τῆς Ἀθηνᾶς ξόανον· ἐφ᾿ ᾧ
παροξυνθέντες οἱ Ἕλληνες καταλεῦσαι βουλεύονται
τὸν Αἴαντα, ὁ δὲ ἐπὶ τὸν τῆς Ἀθηνᾶς βωμὸν
καταφεύγει καὶ διασῴζεται ἐκ τοῦ ἐπικειμένου

  1. So MSS. This form is confirmed (as against Heyne's Ὀϊλέως) by Hesiod, Catalogues, frag. 83.
520