Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/576

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

κινδύνου. ἔπειτα ἐμπρήσαντες τὴν πόλιν
Πολυξένην σφαγιάζουσιν ἐπὶ τὸν τοῦ Ἀχιλλέως
τάφον. καὶ Ὀδυσσέως Ἁστυάνακτα ἀνελόντος
Νεοπτόλεμος Ἀνδρομάχην γέρας λαμβάνει. καὶ
τὰ λοιπὰ λάφυρα διανέμονται· Δημοφῶν δὲ καὶ
Ἀκάμας Αἴθραν εὑρόντες ἄγουσι μεθ᾿ ἑαυτῶν.
ἔπειτα ἀποπλέουσιν οἱ Ἕλληνες, φθορὰν
αὐτοῖς ἡ Ἀθηνᾶ κατὰ τὸ πέλαγος μηχανᾶται.

2.

Dionysius Halicarn. Rom. Antiq. i. 68. Ἀρκτῖνος
δέ φησιν ὑπὸ Διὸς δοθῆναι Δαρδάνῳ Παλλάδιον
ἓν καὶ εἶναι τοῦτο ἐν Ἰλίῳ τέως ἡ πόλις ἡλίσκετο
κεκρυμμένον ἐν ἀβάτῳ, εἰκόνα δ´ ἐκείνου
κατεσκευασμένην ὡς μηδὲν τῆς ἀρχετύπου διαφέρειν
ἀπάτης τῶν ἐπιβουλευόντων ἕνεκεν ἐν φανερῷ
τεθῆναι καὶ αὐτὴν Ἀχαιοὺς ἐπιβουλεύσαντας
λαβεῖν.

3.

Schol. on Eur. Andromache 10. καὶ τὸν τὴν
Πέρσιδα συντεταχότα κυκλικὸν ποιητὴν ὅτι καὶ
ἀπὸ τοῦ τείχους ῥιφθείη (sc. Ἁστυάναξ).

4.

Schol. on Eur. Troades 31. μηδὲν γὰρ εἰληφέναι
τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν
λαφύρων ἀλλὰ μόνην τὴν Αἴθραν, δι᾿ ἣν καὶ ἀφίκοντο
εἰς Ἴλιον, Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ
τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως·
 Θησείδαις δ᾿ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων
 ἠδὲ Μενεσθῆι μεγαλήτορι ποιμένι λαῶν.

522