Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/584

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

ΤΗΛΕΓΟΝΙΑ

1.

Proclus, Chrestomathy. Μετὰ ταῦτά ἐστιν
Ὁμήρου Ὀδύσσεια∙ ἔπειτα Τηλεγονίας βιβλία δύο
Εὐγάμμωνος Κυρηναίου, περιέχοντα τάδε. οἰ
μνήστορες ὑπὸ τῶν προσηκόντων θάπτονται∙ καὶ
Ὀδυσσεὺς θύσας Νύμφαις εἰς Ἦλιν ἀποπλεῖ∙
ἐπισκεψόμενος τὰ βουκόλια καὶ ξενίζεται παρὰ
Πολυξένῳ δῶρόν τε λαμβάνει κρατῆρα, καὶ ἐπὶ
τούτῳ τὰ περὶ Τροφώνιον καὶ Ἀγαμήδην καὶ
Αὐγέαν. ἔπειτα εἰς Ἰθάκην καταπλεύσας τὰς ὑπὸ
Τειρεσίου ῥηθείσας τελεῖ θυσίας. καὶ μετὰ ταῦτα
εἰς Θεσπρωτοὺς ἀφικνεῖται καὶ γαμεῖ Καλλιδίκην
βασιλίδα τῶν Θεσπρωτῶν. ἔπειτα πόλεμος
συνίσταται τοῖς Θεσπρωτοῖς πρὸς Βρύγους, Ὀδυσσέως
ἡγουμένου· ἐνταῦθα Ἄρης τοὺς περὶ τὸν Ὀδυσσέα
τρέπεται, καὶ αὐτῷ εἰς μάχην Ἀθηνᾶ καθίσταται,
τούτους μὲν Ἀπόλλων διαλύει∙ μετὰ δὲ τὴν
Καλλιδίκης τελευτὴν, τὴν μὲν βασιλείαν διαδέχεται
Πολυποίτης Ὀδυσσέως υἱός, αὐτὸς δ᾿ εἰς Ἰθάκην
ἀφικνεῖται· κἀν τούτῳ Τηλέγονος ἐπὶ ζήτησιν τοῦ
πατρὸς πλέων, ἀποβὰς εἰς τὴν Ἰθάκην τέμνει τὴν
νῆσον· ἐκβοηθήσας δ᾿ Ὀδυσσεὺς ὑπὸ τοῦ παιδὸς
ἀναιρεῖται κατ᾿ ἄγνοιαν. Τηλέγονος δ᾿ ἐπιγνοὺς
τὴν ἁμαρτίαν τό τε τοῦ πατρὸς σῶμα καὶ τὸν
Τηλέμαχον καὶ τὴν Πηνελόπην πρὸς τὴν μητέρα
μεθίστησιν· ἡ δὲ αὐτοὺς ἀθανάτους ποιεῖ,
καὶ συνοικεῖ τῇ μὲν Πηνελόπῃ Τηλέγονος, Κίρκῃ δὲ
Τηλέμαχος.

530