Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/588

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

2.

Cramer, Anec. Oxon. i. 327.
 ῥωγαλέα, τὰ καὶ αὑτὸς ἐν ὁφθαλμοῖσιν ὅρηαι.
τοῦτο δὲ εὑρήσομεν καὶ ἐν τῇ Οἰχαλίας ἁλώσει.

3.

Schol. on Soph. Trach. 266. διαφωνεῖται δὲ ὁ
τῶν Εὐρυτιδῶν ἀριθμός· Ἡσίοδος μὲν γὰρ δ᾿
φησιν ἐξ Εὐρύτου καὶ Ἀντιόχης παῖδας οὕτως,
Κρεώφυλος δὲ β΄.

4.

Schol. on Eur. Medea, 273. Δίδυμος δέ ...
παρατίθεται τὰ Κρεωφύλου ἔχοντα οὕτως· τὴν
γὰρ Μήδειαν λέγεται διατρίβουσαν ἐν Κορίνθῳ
τὸν ἄρχοντα τότε τῆς πόλεως Κρέοντα ἀποκτεῖναι
φαρμάκοις. δείσασαν δὲ τοὺς φίλους καὶ τοὺς
συγγενεῖς αὐτοῦ φυγεῖν εἰς Ἀθήνας, τοὺς δὲ
υἱοὺς, ἐπεὶ νεώτεροι ὄντες οὐκ ἠδύναντο ἀκολουθεῖν,
ἐπὶ τὸν βωμὸν τῆς Ἀκραίας Ἥρας καθίσαι
νομίσασαν τὸν πατέρα αὐτῶν φροντιεῖν τῆς
σωτηρίας αὐτῶν. τοὺς δὲ Κρέοντος οἰκείους
ἀποκτείναντας αὐτοὺς διαδοῦναι λόγον ὅτι ἡ Μήδεια
οὐ μόνον τὸν Κρέοντα ἀλλὰ καὶ τοὺς ἑαυτῆς
παῖδας ἀπέκτεινε.


ΦΩΚΑΙΣ

Pseudo-Herodotus, Life of Homer. διατρίβων δὲ
παρὰ τῷ Θεστορίδῃ ποιεῖ Ἰλιάδα τὴν ἐλάσσω ...
καὶ τὴν καλουμένην Φωκαίδα, ἥν φασιν οἱ
Φωκαεῖς Ὅμηρον παρ᾿ αὐτοῖσι ποιῆσαι.

534