Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/602

This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔτι νοήσας,
οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν. 85
δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.
κεῖνος δ’ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐδὺς ἐφ’ ὕδωρ,
καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.
πολλάκι μὲν κατέδυνεν ὑφ’ ὕδατι, πολλάκι δ’ αὖτε
λακτίζων ἀνέδυνε· μόρον δ’ οὐκ ἦν ὑπαλύξαι. 90
δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπ’ αὐτῷ·
ὕδασι δ’ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·
 Οὐ λήσεις δολίως, Φυσίγναθε, ταῦτα ποιήσας,
ναυηγὸν ῥίψας ἀπὸ σώματος, ὡς ἀπὸ πέτρης.
οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα, κάκιστε, 95
παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλά πλανήσας
εἰς ὕδωρ μ’ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.
ἧ ποινὴν τίσεις σὺ μυῶν στρατῷ, οὐδ’ ὑπαλύξεις.
 Ὣς εἰπὼν ἀπέπνευσεν ἐφ’ ὕδατι· τὸν δὲ κατεῖδεν
Λειχοπίναξ ὄχδῃσιν ἐφεζόμενος μαλακῇσιν· 100
δεινὸν δ’ ἐξολόλυξε, δραμὼν δ’ ἤγγειλε μύεσσιν.
ὡς δ’ ἔμαθον τὴν μοῖραν, ἔδυ χόλος αἰνὸς ἅπαντας.
καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπ’ ὄρθρον
κηρύσσειν ἀγορὴνδ’ ἐς δώματα Τρωξάρταο,
πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην 105
ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρ’ ὄχθαις
ἦν ἤδη τλήμων, μέσσῳ δ’ ἐπενήχετο πόντῳ.
ὡς δ’ ἦλθον σπεύδοντες ἅμ’ ἠοῖ, πρῶτος ἀνέστη
Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·
 Ὦ φίλοι, εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθειν  110
ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.

548