Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/606

This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε,
οἵτινες ἐν βατράχοισιν ἀριστῆες γεγάασθε.
 Ὣς εἰπὼν ἀπέφηνε· λόγος δ’ εἰς οὔατ’ ἀμύνων
εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγέρωχων· 145
μεμφομένων δ’ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·
 Ὦ φίλοι, οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδον
ὀλλύμενον· πάντως δ’ ἐπνίγη παίζων παρὰ λίμνην,
νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι
νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλ’ ἄγε βουλὴν 150
ζητήσωμεν, ὅπως δολίους μύας ἐξολέσωμεν.
τοιγὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα.
σώματα κοσμήσαντες ἐν ὃπλοις στῶμεν ἅπαντες
ἅκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος·
ἡνίκα δ’ ὁρμηθέντες ἐφ’ ἡμέας ἐξέλθωσι, 155
δραξάμενοι κορύθων, ὅστις σχεδὸν ἀντίος ἔλθῃ,
ἐς λίμνην αὐτοὺς σὺν ἐκείναις εὐθὺ βάλωμεν.
οὕτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους
στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.
 Ὣς εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας. 160
φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,
θώρηκας δ’ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,
φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν,
ἔγχος δ’ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,
καὶ τὰ κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα. 165
φραξάμενοι δ’ ἔστησαν ἐπ’ ὄχθῃς ὑψηλῇσιν
σείοντες λόγχας, θυμοῦ δ’ ἔμπληντο ἕκαστος.
 Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,
καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς,
πολλοὺς καὶ μεγάλους ἠδ’ ἔγχεα μακρὰ φέροντας, 170
οἷος Κενταύρων στρατὸς ἔρχεται ἠδὲ Γιγάντων,

552