Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/612

This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

Λειχοπίνακα δ’ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης, 230
ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Πρασσαῖος δ’ ἐπιδὼν ποδὸς εἵλκυσε νεκρὸν ἑόντα,
ἐν λίμνῃ δ’ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.
Ψιχάρπαξ δ’ ἤμυν’ ἑτάρων περὶ τεθνειώτων
καὶ βάλε Πρασσαῖον μήπω γαίης ἐπιβάντα· 235
πῖπτε δὲ οἱ πρόσθεν, ψυχὴ δ’ Ἀιδόσδε βεβήκει.
Κραμβοβάτης δ’ ἐσιδὼν πηλοῦ δράκα ῥίψεν ἐπ’ αὐτόν,
καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.
ὠργίσθη δ’ ἄρ’ ἐκεῖνος, ἑλὼν δέ τε χειρὶ παχείῃ
κείμενον ἐν πεδίῳ λίθον ὄμβριμον, ἄχθος ἀρούρης,  240
τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ’ ἐκλάσθη
κνήμη δεξιτερή, πέσε δ’ ὕπτιος ἐν κονίῃσιν.
Κραυγασίδης δ’ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’ αὐτόν,
τύψε δὲ μιν μέσσην κατὰ γαστέρα· πᾶς δὲ οἱ εἴσω
ὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ ἔκχυντο ἅπαντα 245
ἔγκατ’ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ.
Τρωγλοδύτης δ’ ὡς εἶδεν ἐπ’ ὄχθῃσιν ποταμοῖο,
σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δ’ αἰνῶς·
ἥλατο δ’ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.
Τρωξάρτης δ’ ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον. 250
ἔσχατα δ’ ἐκ λίμνης ἀνεδύσατο, τείρετο δ’ αἰνῶς.
   *     *     *     *
Πρασσαῖος δ’ ὡς εἶδεν ἔθ’ ἡμίπνουν προπεσόντα,
ἦλθε διὰ προμάχων καὶ ἀκόντισεν ὀξέι σχοίνῳ·
οὐδ’ ἔρρηξε σάκος, σχέτο δ’ αὐτοῦ δουρὸς ἀκωκή·
οὐδ’ ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον 255
δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,
[ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ’ ὅμιλον·]

558