Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/620

This page has been proofread, but needs to be validated.

ΠΕΡΙ ΟΜΗΡΟΥ ΚΑΙ ΗΣΙΟΔΟΥ
ΚΑΙ ΤΟΥ ΓΕΝΟΥΣ ΚΑΙ ΑΓΩΝΟΣ ΑΥΤΩΝ


313[1] Ὅμηρον καὶ Ἡσίοδον τοὺς θειοτάτους ποιητὰς
πάντες ἄνθρωποι πολίτας ἰδίους εὔχονται γενέσθαι.
ἀλλ’ Ἡσίοδος μὲν τὴν ἰδίαν ὀνομάσας
πατρίδα πάντας τῆς φιλονεικίας ἀπήλλαξεν εἰπὼν
ὡς ὁ πατὴρ αὐτοῦ·[2]
 εἵσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
 Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ’ ἐσθλῇ.
Ὅμηρον δὲ πᾶσαι ὡς εἰπεῖν αἱ πόλεις καὶ οἱ
ἄποικοι αὐτῶν παρ’ ἑαυτοῖς γεγενῆσθαι λέγουσιν.
καὶ πρῶτοί γε Σμυρναῖοι Μέλητος ὄντα τοῦ παρ’
αὐτοῖς ποταμοῦ καὶ Κρηϊθίδος νύμφης κεκλῆσθαί
φασι πρότερον Μελησιγενῆ, ὕστερον μέντοι
τυφλωθέντα Ὅμηρον μετονομασθῆναι διὰ τὴν παρ’
αὐτοῖς ἐπὶ τῶν τοιούτων συνήθη προσηγορίαν.
Χῖοι δὲ πάλιν τεκμήρια φέρουσιν ἴδιον εἶναι
πολίτην λέγοντες καὶ περισῴζεσθαί τινας ἐκ τοῦ
γένους αὐτοῦ παρ’ αὑτοῖς Ὁμηρίδας καλουμένους.
Κολοφώνιοι δὲ καὶ τόπον δεικνύουσιν, ἐν ᾧ φασιν
αὐτὸν γράμματα διδάσκοντα τῆς ποιήσεως
ἄρξασθαι καὶ ποιῆσαι πρῶτον τὸν Μαργίτην.
 Περὶ δὲ τῶν γονέων αὐτοῦ πάλιν πολλὴ
διαφωνία παρὰ πᾶσίν ἐστιν. Ἑλλάνικος μὲν γὰρ

  1. Goettling's paging.
  2. Works and Days, 639 f.
566