Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/628

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

Ἡσίοδος ἀχθεσθεὶς ἐπὶ τῇ Ὁμήρου εὐημερίᾳ ἐπὶ
τὴν τῶν ἀπόρων ὥρμησεν ἐπερώτησιν καί φησι
τούσδε τοὺς στίχους·
 Μοῦσ’ ἄγε[1] μοι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα
 τῶν μὲν μηδὲν ἄειδε, σὺ δʼ ἄλλης μνῆσαι ἀοιδῆς.
δὲ Ὅμηρος, βουλόμενος ἀκολούθως τὸ ἄπορον
λῦσαι φησίν·
 Οὐδέ ποτʼ ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι
 ἅρματα συντρίψουσιν ἐρίζοντες περὶ νίκης.

 Καλῶς δὲ καὶ ἐν τούτοις ἀπαντήσαντος ἐπὶ τὰς
ἀμφιβόλους γνώμας ὥρμησεν ὁ Ἡσίοδος, καὶ
πλείονας στίχους λέγων ἠξίου καθʼ ἕνα ἕκαστον
συμφώνως ἀποκρίνασθαι τὸν Ὅμηρον. ἔστιν οὖν
ὁ μὲν πρῶτος Ἡσιόδου, ὁ δὲ ἑξῆς Ὁμήρου, ἐνίοτε
δὲ καὶ διὰ δύο στίχων τὴν ἐπερώτησιν ποιουμένου
τοῦ Ἡσιόδου·

ΗΣΙΟΔΟΣ

 Δεῖπνον ἔπειθʼ εἵλοντο βοῶν κρέα, καὐχένας ἵππων

ΟΜΗΡΟΣ

 Ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμοιο κορέσθην.

ΗΣΙΟΔΟΣ

317 Καὶ Φρύγες, οἳ πάντων ἀνδρῶν ἐπὶ νηυσὶν ἄριστοι

ΟΜΗΡΟΣ

 Ἀνδράσι ληιστῆρσιν ἐπʼ ἀκτῆς δόρπον ἑλέσθαι.

ΗΣΙΟΔΟΣ

 Χερσὶ βαλέων ἰοὺς[2] οὔλων[3] κατὰ φῦλα γιγάντων
  1. MSS. : ἄ γέ μοι, Flach.
  2. Nietzsche : ἰοῖσιν, MS.
  3. Rzach : ἄλλων, MS.
574